Psalms 35
1 ▼▼LXX: Psa.34:1
Τῷ Δαυιδ. Δίκασον, κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με. 2 ▼▼LXX: Psa.34:2
ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ καὶ ἀνάστηθι εἰς βοήθειάν μου, 3 ▼▼LXX: Psa.34:3
ἔκχεον ῥομφαίαν καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκοντων με· εἰπὸν τῇ ψυχῇ μου Σωτηρία σου ἐγώ εἰμι. 4 ▼▼LXX: Psa.34:4
αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου, ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά. 5 ▼▼LXX: Psa.34:5
γενηθήτωσαν ὡσεὶ χνοῦς κατὰ πρόσωπον ἀνέμου, καὶ ἄγγελος κυρίου ἐκθλίβων αὐτούς· 6 ▼▼LXX: Psa.34:6
γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα, καὶ ἄγγελος κυρίου καταδιώκων αὐτούς· 7 ▼▼LXX: Psa.34:7
ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν, μάτην ὠνείδισαν τὴν ψυχήν μου. 8 ▼▼LXX: Psa.34:8
ἐλθέτω αὐτοῖς παγίς, ἣν οὐ γινώσκουσιν, καὶ ἡ θήρα, ἣν ἔκρυψαν, συλλαβέτω αὐτούς, καὶ ἐν τῇ παγίδι πεσοῦνται ἐν αὐτῇ. 9 ▼▼LXX: Psa.34:9
ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ κυρίῳ, τερφθήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ· 10 ▼▼LXX: Psa.34:10
πάντα τὰ ὀστᾶ μου ἐροῦσιν Κύριε, τίς ὅμοιός σοι; ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν. 11 ▼▼LXX: Psa.34:11
ἀναστάντες μάρτυρες ἄδικοι ἃ οὐκ ἐγίνωσκον ἠρώτων με· 12 ▼▼LXX: Psa.34:12
ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ καλῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου. 13 ▼▼LXX: Psa.34:13
ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι ἐνεδυόμην σάκκον καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται. 14 ▼▼LXX: Psa.34:14
ὡς πλησίον, ὡς ἀδελφὸν ἡμέτερον, οὕτως εὐηρέστουν· ὡς πενθῶν καὶ σκυθρωπάζων, οὕτως ἐταπεινούμην. 15 ▼▼LXX: Psa.34:15
καὶ κατ' ἐμοῦ ηὐφράνθησαν καὶ συνήχθησαν, συνήχθησαν ἐπ' ἐμὲ μάστιγες, καὶ οὐκ ἔγνων, διεσχίσθησαν καὶ οὐ κατενύγησαν. 16 ▼▼LXX: Psa.34:16
ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμόν, ἔβρυξαν ἐπ' ἐμὲ τοὺς ὀδόντας αὐτῶν. 17 ▼▼LXX: Psa.34:17
κύριε, πότε ἐπόψῃ; ἀποκατάστησον τὴν ψυχήν μου. ἀπὸ τῆς κακουργίας αὐτῶν, ἀπὸ λεόντων τὴν μονογενῆ μου 18 ▼▼LXX: Psa.34:18
ἐξομολογήσομαί σοι, κύριε, ἐν ἐκκλησίᾳ πολλῇ, ἐν λαῷ βαρεῖ αἰνέσω σε. 19 ▼▼LXX: Psa.34:19
μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ἀδίκως, οἱ μισοῦντές με δωρεὰν καὶ διανεύοντες ὀφθαλμοῖς. 20 ▼▼LXX: Psa.34:20
ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν καὶ ἐπ' ὀργὴν δόλους διελογίζοντο 21 ▼▼LXX: Psa.34:21
καὶ ἐπλάτυναν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν, εἶπαν εὖγε, Εὖγε εἶδαν οἱ ὀφθαλμοὶ ἡμῶν. 22 ▼▼LXX: Psa.34:22
εἶδες, κύριε, μὴ παρασιωπήσῃς, κύριε, μὴ ἀποστῇς ἀπ' ἐμοῦ· 23 ▼▼LXX: Psa.34:23
ἐξεγέρθητι, κύριε, καὶ πρόσχες τῇ κρίσει μου, ὁ θεός μου, καὶ ὁ κύριός μου. εἰς τὴν δίκην μου 24 ▼▼LXX: Psa.34:24
κρῖνόν με κατὰ τὴν δικαιοσύνην σου, κύριε ὁ θεός μου, καὶ μὴ ἐπιχαρείησάν μοι· 25 ▼▼LXX: Psa.34:25
μὴ εἴπαισαν ἐν καρδίαις αὐτῶν εὖγε Εὖγε τῇ ψυχῇ ἡμῶν· μηδὲ εἴπαισαν Κατεπίομεν αὐτόν. 26 ▼▼LXX: Psa.34:26
αἰσχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες τοῖς κακοῖς μου, ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλορρημονουντες ἐπ' ἐμέ. 27 ▼▼LXX: Psa.34:27
ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν οἱ θέλοντες τὴν δικαιοσυνην μου καὶ εἰπάτωσαν διὰ παντός Μεγαλυνθήτω ὁ κύριος, οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ. 28 ▼▼LXX: Psa.34:28
καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου.
Copyright information for
LXX